1 Ἔκρινα δὲ35 ℵA,C [98%] RP,HF,OC,TR,CP ¦ γαρ 𝕻46B [2%] NU ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν.35 ℵA,B,C [95%] RP,HF,CP,NU ¦ ∼ 51234 [3.5%] TR ¦ ∼ 12534 𝕻46v [1.5%] OC 2 Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν35 [99%] RP,HF,OC,TR,CP ¦ --- ℵA,B,C [1%] NU ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; 3 Καὶ ἔγραψα ὑμῖν35 [97%] RP,HF,OC,TR,CP ¦ --- 𝕻46ℵA,B,C [3%] NU τοῦτο αὐτὸ ἵνα μή, ἐλθών, λύπην35 𝕻46ℵA,B,C (90.2%) RP,HF,OC,TR,NU ¦ 1 επι 1 (5.5%) ¦ 1 επι λυπη (3.8%) CP? ¦ λψπη (0.5%) ἔχω35 C [95%] RP,HF,OC,TR ¦ σχω 𝕻46ℵA,B [5%] CP,NU ἀφ᾿ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.
4 Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν, διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. 5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ¦ αλλ [15%] TR ἀπὸ μέρους (ἵνα μὴ ἐπιβαρῶ) πάντας ὑμᾶς. 6 Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων, 7 ὥστε, τοὐναντίον, μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. 8 Διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην.
9 Εἰς τοῦτο γὰρ καὶ ἔγραψα· ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10 ᾯ δέ τι χαρίζεσθε, καὶ ἐγώ·35 C [95%] RP,HF,OC,TR,CP ¦ καγω 𝕻46ℵA,B [5%] NU καὶ γὰρ ἐγώ, εἴ τι κεχάρισμαι ᾧ,35 (83.7%) RP,HF,OC,TR,CP ¦ 123 (9.8%) [this variant also omits the following κεχαρισμαι] ¦ ∼ 4312 (1.5%) ¦ ∼ ο 312 𝕻46ℵB (1.5%) NU ¦ ∼ ο και χορισμαι 12 A,C (1.2%) ¦ 12 και χαρισμαι 4 (0.8%) ¦ three other variants (1.5%) κεχάρισμαι δι᾿ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, 13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ ¦ το [11%] ¦ του ℵ [1%] μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου· ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.
14 Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾿ ἡμῶν ἐν παντὶ τόπῳ. 15 Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ, ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις— 16 οἷς μὲν ὀσμὴ35 [97%] RP,HF,OC,TR,CP ¦ 1 εκ 𝕻46ℵA,B,C [3%] NU (Twice.) θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν—καὶ πρὸς ταῦτα τίς ἱκανός; 17 Οὐ γάρ ἐσμεν ὡς οἱ λοιποί,35 𝕻46 (53.5%) RP,HF,OC,CP ¦ πολλοι ℵA,B,C (46.2%) TR,NU ¦ conflation (0.3%) καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· ἀλλ᾿ ὡς ἐξ εἱλικρινείας,35 [25%] ¦ εἰλικρινειας (B) [58%] RP,HF,OC,TR,CP,NU ¦ ειλικρινιας C [15.5%] ¦ ιλικρινιας (𝕻46)ℵA [1.5%] ἀλλ᾿ ὡς ἐκ Θεοῦ κατενώπιον τοῦ35 (89.6%) RP,HF,OC,TR,CP ¦ 1 (4.7%) ¦ κατεναντι 𝕻46ℵA,B,C (3.4%) NU ¦ κατεναντι 2 (2%) ¦ conflation (0.3%) Θεοῦ, ἐν Χριστῷ λαλοῦμεν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.