1 Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους, περισσὸν μοί ἐστιν τὸ γράφειν ὑμῖν· 2 οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ ὁ35 C [99%] RP,HF,OC,TR,CP ¦ το 𝕻46ℵB [1%] NU ἐξ35 [97%] RP,HF,OC,TR,CP ¦ --- 𝕻46ℵB,C [3%] NU ὑμῶν ζῆλος ἠρέθισεν τοὺς πλείονας. 3 Ἔπεμψα δὲ τοὺς ἀδελφοὺς ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγον, παρεσκευασμένοι ¦ παρασκευασμενοι [20%] ¦ παρασκευασαμενοι [3%] ἦτε 4 —μή πως, ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς (ἵνα μὴ λέγωμεν35 ℵB [93%] RP,HF,OC,TR,CP ¦ λεγω 𝕻46C [1%] NU ¦ λεγομεν [2%] ¦ omit whole clause [4%] [homoioteleuton] ὑμεῖς) ἐν τῇ ὑποστάσει ταύτῃ τῆς καυχήσεως.35 (96.3%) RP,HF,OC,TR,CP ¦ --- 𝕻46ℵB,C (3.7%) NU 5 Ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφούς, ἵνα προέλθωσιν εἰς ὑμᾶς καὶ προκαταρτίσωσιν τὴν προκατηγγελμένην35 [96%] RP,HF,OC,TR,CP ¦ προεπηγγελμενην 𝕻46ℵB,C [3%] NU ¦ κατηγγελμενην [1%] εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι, οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς35 𝕻46ℵB,C [95%] RP,HF,OC,CP,NU ¦ ωσπερ [4%] TR ¦ --- [1%] πλεονεξίαν.
6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίσει. 7 Ἕκαστος καθὼς προαιρεῖται35 [95%] RP,HF,OC,TR,CP ¦ προηρηται ℵB,C [1%] NU ¦ προειρηται [2%] ¦ four other variants [2%] τῇ καρδία, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. 8 Δυνατὸς35 [98%] RP,HF,OC,TR,CP ¦ δυνατει 𝕻46ℵB,C [2%] NU δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν— 9 καθὼς γέγραπται· «Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα»— 10 ὁ δὲ ἐπιχορηγῶν σπέρμα35 ℵC [99%] RP,HF,OC,TR,CP ¦ σπορον 𝕻46B [1%] NU τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγῆσαι,35 (95%) RP,HF,OC,TR,CP ¦ χορηγησει 𝕻46ℵB,C,048 (5%) NU (This form, and the next two, have usually been taken as Optative, but I understand them to be Aorist Infinitive.) καὶ πληθῦναι35 (95.5%) RP,HF,OC,TR,CP ¦ πληθυνει 𝕻46ℵB,048 (4.5%) NU ¦ πληθυνη C τὸν σπόρον ὑμῶν καὶ αὐξῆσαι35 𝕻46 (95.8%) RP,HF,OC,TR,CP ¦ αυξησει ℵB,C,048 (4.2%) NU τὰ γενήματα35 𝕻46ℵB,C [94%] RP,HF,OC,CP,NU ¦ γεννηματα [6%] TR τῆς δικαιοσύνης ὑμῶν· 11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. 12 Ὅτι ἡ διακονία τῆς λειτουργίας ¦ λειτουργειας C [2%] CP ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ Θεῷ 13 —διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης, δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας— 14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν, ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ Θεοῦ ἐφ᾿ ὑμῖν.
15 Χάρις δὲ35 [98%] RP,HF,OC,TR,CP ¦ --- 𝕻46ℵB,C [2%] NU τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.