1 Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐκκακοῦμεν.35 C [97%] RP,HF,OC,TR,CP ¦ εγκακουμεν ℵA,B [2%] NU ¦ ενκακουμεν 𝕻46 [1%] 2 Ἀλλά, ¦ αλλ [20%] OC,TR ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες35 [94%] RP,HF,OC,TR,CP ¦ συνιστανοντες 𝕻46B [2.5%] NU ¦ συνισταντες ℵC [3%] ¦ συνιστοντες [0.5%] ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων, ἐνώπιον τοῦ Θεοῦ. 3 Εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, 4 ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς35 [97%] RP,HF,OC,TR,CP ¦ --- 𝕻46ℵA,B,C [3%] NU τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.35 𝕻46ℵA,B,C [78%] RP,HF,OC,TR,NU ¦ 1 του αορατου [22%] CP
5 Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν35 B [97%] RP,HF,OC,TR,CP ¦ ∼ 21 𝕻46ℵA,C [3%] NU Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν· 6 ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι35 C [98.5%] RP,HF,OC,TR,CP ¦ λαμψει 𝕻46ℵA,B [1.5%] NU ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ35 𝕻46ℵC [98.5%] RP,HF,OC,TR,CP[NU] ¦ --- A,B [0.5%] ¦ ∼ χριστου 1 [1%] Χριστοῦ. 7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν— 8 ἐν παντὶ θλιβόμενοι, ἀλλ᾿ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ᾿ οὐκ ἐξαπορούμενοι· 9 διωκόμενοι, ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ᾿ οὐκ ἀπολλύμενοι· 10 πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου35 [95%] RP,HF,OC,TR,CP ¦ --- 𝕻46ℵA,B,C [5%] NU Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11 Ἀεὶ γὰρ ἡμεῖς, οἱ ζῶντες, εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 Ὥστε, ὁ μὲν35 [96%] RP,HF,OC,TR,CP ¦ --- 𝕻46(ℵ)A,B,C [4%] NU θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, «Ἐπίστευσα· διὸ ἐλάλησα,» καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν, καὶ ἡμᾶς διὰ35 [96%] RP,HF,OC,TR,CP ¦ συν 𝕻46ℵB,C [4%] NU Ἰησοῦ ἐγερεῖ35 𝕻46ℵB,C [87%] RP,HF,OC,TR,NU ¦ εξεγερει [13%] CP καὶ παραστήσει σὺν ὑμῖν. ¦ ημιν [15%] 15 Τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν ¦ ευχαριστειαν [13%] περισσεύσῃ ¦ περισσευη [9%] ¦ περισσευσει [10%] ¦ περισσευει [2%] εἰς τὴν δόξαν τοῦ Θεοῦ.
16 Διὸ οὐκ ἐκκακοῦμεν35 C [98%] RP,HF,OC,TR,CP ¦ εγκακουμεν (𝕻46)ℵB [2%] NU—ἀλλ᾿ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται,35 𝕻46ℵB(C) [78%] RP,HF,OC,TR,CP,NU ¦ φθειρεται [22%] ἀλλ᾿ ὁ ἔσωθεν35 [85%] RP,HF,OC,TR ¦ εσω [10%] CP ¦ εσω ημων 𝕻46ℵB,C [4%] NU ¦ 1 ημων [1%] ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ— 17 τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾿ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, 18 μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.