21 Λέγει αὐτῇ ὁ Ἰησοῦς· «Γύναι, πίστευσόν μοιγυναι πιστευσον μοι f35 N [96%] CP,HF,RP,OC,TR ¦ 1 πιστευον 3 A [1.5%] ¦ 1 πιστευε 3 D [2%] ¦ ∼ πιστευε 31 𝕻66,75ℵB,C,W [0.5%] NU ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. 22 Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. 23 Ἀλλ᾿αλλ f35 C,N [99.5%] CP,HF,RP,OC,TR ¦ αλλα 𝕻66,75ℵA,B,D,W [0.5%] NU ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.