1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, 2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, 3 ἔδοξεν κἀμοί, παρηκολουθηκότι Ἄνωθεν πᾶσιν, ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, 4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
5 Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου, τοῦ35 A,C,D [99%] CP,HF,RP,TR,OC ¦ --- ℵB,W [1%] NU βασιλέως τῆς Ἰουδαίας, ἱερεύς τις ὀνόματι Ζαχαρίας, ἐξ ἐφημερίας Ἀβιά· καὶ ἡ γυνὴ αὐτοῦ35 A [98.6%] CP,HF,RP,TR,OC ¦ 2 αυτω ℵB,C,D,W [1.4%] NU ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. 6 Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον35 A,D,W [99.4%] CP,HF,RP,TR,OC ¦ εναντιον ℵB,C [0.6%] NU τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ Κυρίου ἄμεμπτοι. 7 Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν35 A,C [92.9%] CP,HF,RP,TR,OC ¦ ∼ 312 ℵD [2.3%] NU ¦ 23 [4.4%] ¦ ∼ 32 B,W [0.4%] στεῖρα· καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι35 B,D,W [80%] CP,HF,RP,TR,OC,NU ¦ εναντιον ℵA,C [20%] τοῦ Θεοῦ, 9 κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχεν τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου· 10 καὶ πᾶν τὸ πλῆθος τοῦ λαοῦ ἦν35 A,C,D [45%] CP,TR ¦ ∼ 312 ℵB,W [55%] HF,RP,OC,NU (The verb works with the participle in a periphrastic construction; the reading of A,C,D is the more natural, by far.) προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. 11 Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος· 12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾿ αὐτόν.
13 Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· «Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. 14 Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει35 [70%] CP,HF,RP,TR,OC ¦ γενεσει ℵA,B,C,D,W [30%] NU αὐτοῦ χαρήσονται· 15 ἔσται γὰρ μέγας ἐνώπιον τοῦ35 B,D,W [80%] CP,HF,RP,TR,OC[NU] ¦ --- ℵA,C [20%] Κυρίου· καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ· καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. 16 Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον Αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλιού, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.»
18 Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον· «Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.» 19 Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· «Ἐγώ εἰμι Γαβριήλ, ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ· καὶ ἀπεστάλην λαλῆσαι πρός σε καὶ εὐαγγελίσασθαί σοι ταῦτα. 20 Καὶ ἰδού, ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾿ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.»
21 Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ ναῷ.35 ℵA,C,D [96.6%] CP,HF,RP,TR,OC ¦ ∼ 2341 B,W [1%] NU ¦ 1 [2.4%] 22 Ἐξελθὼν δὲ οὐκ ἠδύνατο35 C,D,W [93%] CP,HF,RP,TR,OC ¦ εδυνατο ℵA,B [7%] NU (Attic or Koine?) λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ—καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός. 23 Καὶ ἐγένετο, ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε· λέγουσα 25 ὅτι «Οὕτως μοι πεποίηκεν ὁ35 A,B [99.3%] CP,HF,RP,TR,OC ¦ --- ℵC,D,W [0.7%] NU Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ35 A,C [98.8%] CP,HF,RP,TR,OC ¦ --- ℵB,D,W [1.2%] NU ὄνειδός μου ἐν ἀνθρώποις.»
26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ35 A,C,D [98.4%] CP,HF,RP,TR,OC ¦ απο ℵB,W [1.6%] NU τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρέτ,35 ℵB,D,W [69%] CP,HF,RP,TR,OC ¦ ναζαρεθ (C) [29.5%] NU ¦ ναζαραθ A [1.5%] 27 πρὸς παρθένον μεμνηστευμένην35 C [99.6%] CP,HF,RP,TR,OC ¦ εμνηστευμενην ℵA,B,W [0.3%] NU ¦ μεμνησμενην D [alone] ἀνδρὶ ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου35 A,B,D,W [88%] CP,HF,RP,TR,OC,NU ¦ 1 και πατριας ℵC [12%] Δαυίδ· καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. 28 Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν35 A,C,D [97.8%] CP,HF,RP,TR,OC ¦ 34 B,W [1.2%] NU ¦ ∼ 3412 ℵ [1%] εἶπεν, «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν.»35 A,C,D [98.6%] CP,HF,RP,TR,OC ¦ --- ℵB,W [1.4%] NU 29 Ἡ δὲ ἰδοῦσα35 A,C [97.6%] CP,HF,RP,TR,OC ¦ --- ℵB,D,W [2.4%] NU διεταράχθη ἐπὶ τῷ λόγῳ35 A [97%] CP,HF,RP,TR,OC ¦ ∼ 2341 ℵB(D)W [3%] NU ¦ 1 C [alone] αὐτοῦ,35 A [96.3%] CP,HF,RP,TR,OC ¦ --- ℵB,C,D,W [3.7%] NU καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
30 Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· «Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. 31 Καὶ ἰδού, συλλήψῃ35 [99.4%] CP,HF,RP,TR,OC ¦ συλλημψη ℵA,B,C(D,W) [0.6%] NU ἐν γαστρὶ καὶ τέξῃ Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32 Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· 33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας· καί, τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.»
34 Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, «Πῶς ἔσται35 ℵA,B,C,D,W [78%] CP,HF,RP,TR,NU ¦ 1 μοι [22%] OC τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» 35 Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· «Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον Ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. 36 Καὶ ἰδού, Ἐλισάβετ ἡ συγγενής35 C [90%] CP,HF,RP,TR,OC ¦ συγγενις ℵA,B(D) [10%] NU ¦ συνγενεις W [alone] σου, καὶ αὕτη35 ¦ αὐτη CP,HF,RP,TR,OC,NU συνειληφυῖα35 A,C,D [98.8%] CP,HF,RP,TR,OC ¦ συνειληφεν ℵB,W [1.2%] NU υἱὸν ἐν γήρει35 ℵA,B,C,D,W [90%] CP,HF,RP,OC,NU ¦ γηρα [10%] TR αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· 37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ35 A,C [99%] CP,HF,RP,TR,OC ¦ του θεου ℵB,D,W [1%] NU πᾶν ῥῆμα.» 38 Εἶπεν δὲ Μαριάμ· «Ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.» Καὶ ἀπῆλθεν ἀπ᾿ αὐτῆς ὁ ἄγγελος.
39 Ἀναστᾶσα δὲ35 ℵB,C,D,W [90.6%] CP,HF,RP,TR,OC,NU ¦ ∼ και 1 A [9.4%] Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινήν, μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. 41 Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας35 A,W [98.3%] CP,HF,RP,TR,OC ¦ ∼ 345612 ℵB,C,D [1.7%] NU ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ.
42 Καὶ ἀνεφώνησεν35 A,B,D,W [89%] CP,HF,RP,TR,OC,NU ¦ ανεβοησεν ℵC [11%] φωνῇ35 ℵA,C,D [99.2%] CP,HF,RP,TR,OC ¦ κραυγη B,W [0.8%] NU μεγάλῃ καὶ εἶπεν· «Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ Καρπὸς τῆς κοιλίας σου. 43 Καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με;35 A,C,D,W [99.7%] CP,HF,RP,TR,OC ¦ εμε ℵB [0.3%] NU 44 Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησεν τὸ βρέφος ἐν ἀγαλλιάσει35 A [97.5%] CP,HF,RP,OC ¦ ∼ 3412 ℵB,C,D,W [2.5%] TR,NU ἐν τῇ κοιλίᾳ μου. 45 Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.»
46 Καὶ εἶπεν Μαριάμ· «Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, 47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· 48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί, 49 ὅτι ἐποίησέν μοι μεγαλεῖα35 A,C [99.7%] CP,HF,RP,TR,OC ¦ μεγαλα ℵB,D,W [0.3%] NU ὁ Δυνατός, καὶ Ἅγιον τὸ ὄνομα αὐτοῦ. 50 Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶν35 A [69%] CP,HF,RP,TR,OC ¦ 1 και 2 [2.8%] ¦ γενεαν 2 D [0.6%] ¦ γενεαν και γενεαν ℵ [25.3%] ¦ 1 και 1 B,C,W [0.8%] NU ¦ three other variants [1.5%] τοῖς φοβουμένοις αὐτόν. 51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· 52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς· 53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. 54 Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, 55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἁβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.»35 C [35%] CP ¦ 1 αιωνας [1%] ¦ εις τον αιωνα ℵA,B,D,W [64%] HF,RP,TR,OC,NU [Render "while there is an age"—I take the point to be that the things mentioned are pertinent to this world, not the next.]
56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ35 A,C [97.8%] CP,HF,RP,TR,OC ¦ ως ℵB,W [2%] NU ¦ --- D [0.2%] μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. 58 Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾿ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
59 Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ35 A [97.5%] CP,HF,RP,TR,OC ¦ ∼ 2 τη 1 ℵB,C,D,W [2.5%] NU ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ, Ζαχαρίαν. 60 Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, «Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.» 61 Καὶ εἶπον35 A,B,C [99%] CP,HF,RP,TR,OC ¦ ειπαν ℵD,W [1%] NU πρὸς αὐτὴν ὅτι «Οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ35 D [88%] CP,HF,RP,TR,OC ¦ εκ της συγγενειας ℵA,B,C,W [12%] NU σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.» 62 Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν.35 A,C,W [92%] CP,HF,RP,TR,OC ¦ αυτο 𝕻4ℵB,D [8%] NU 63 Καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων, «Ἰωάννης ἔσται35 C [26%] CP ¦ εστιν ℵA,B,D,W [74%] HF,RP,TR,OC,NU τὸ35 ℵA,C,D,W [99.4%] CP,HF,RP,TR,OC ¦ --- 𝕻4B [0.6%] NU ὄνομα αὐτοῦ.» Καὶ ἐθαύμασαν πάντες. 64 Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. 65 (Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς· καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα. 66 Καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες, «Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;» Καὶ35 A [98.6%] CP,HF,RP,TR,OC ¦ 1 γαρ 𝕻4ℵB,C,D,W [1.4%] NU χεὶρ Κυρίου ἦν μετ᾿ αὐτοῦ.)
67 Καὶ Ζαχαρίας, ὁ πατὴρ αὐτοῦ, ἐπλήσθη Πνεύματος Ἁγίου καὶ προεφήτευσεν35 (D) [94%] CP,HF,RP,TR,OC ¦ επροφητευσεν 𝕻4ℵA,B,C,W [3.8%] NU ¦ επροεφητευσεν [2.2%] λέγων· 68 «Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, 69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ35 A [93%] CP,HF,RP,TR,OC ¦ --- ℵB,C,D,W [7%] NU οἴκῳ Δαυὶδ τοῦ35 A,C [99.3%] CP,HF,RP,TR,OC ¦ --- 𝕻4ℵB,D,W [0.7%] NU παιδὸς αὐτοῦ— 70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν35 A,C,D [98%] CP,HF,RP,TR,OC ¦ --- 𝕻4ℵB,W [2%] NU ἀπ᾿ αἰῶνος προφητῶν αὐτοῦ— 71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· 72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, 73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἁβραὰμ τὸν πατέρα ἡμῶν· 74 τοῦ δοῦναι ἡμῖν ἀφόβως (ἐκ χειρὸς τῶν35 A,C [98.4%] CP,HF,RP,TR,OC ¦ --- ℵB,D,W [1.6%] NU ἐχθρῶν ἡμῶν35 A,C,D [98.5%] CP,HF,RP,TR,OC ¦ --- ℵB,W [1.5%] NU ῥυσθέντας) λατρεύειν αὐτῷ, 75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας35 ℵA,C,D [99.5%] CP,HF,RP,TR,OC ¦ πασαις ταις ημεραις 𝕻4B,W [0.5%] NU τῆς ζωῆς35 [77%] CP,HF,RP,TR,OC ¦ --- 𝕻4ℵA,B,C,D,W [23%] NU ἡμῶν.
76 »Καὶ σύ,35 A [99.3%] CP,HF,RP,TR,OC ¦ 1 δε 𝕻4ℵB,C,D,W [0.7%] NU παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ πρὸ προσώπου35 A,C,D [99.7%] CP,HF,RP,TR,OC ¦ ενωπιον (𝕻4)ℵB,W [0.3%] NU Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, 77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,35 𝕻4ℵB,D [85%] CP,HF,RP,TR,OC,NU ¦ ημων A,C [13%] ¦ αυτου W [1%] ¦ --- [1%] 78 διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο35 A,C,D [99.6%] CP,HF,RP,TR,OC ¦ επισκεψεται 𝕻4ℵB,W [0.4%] NU ἡμᾶς ἀνατολὴ ἐξ ὕψους· 79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.»
80 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.