Pular para o conteúdo
Publicidade

Lucas 1

Mary worships

46 Καὶ εἶπεν Μαριάμ· «Μεγαλύνει ψυχή μου τὸν Κύριον, 47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· 48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί, 49 ὅτι ἐποίησέν μοι μεγαλεῖαμεγαλεια f35 A,C [99.7%] CP,HF,RP,TR,OC ¦ μεγαλα ℵB,D,W [0.3%] NU Δυνατός, καὶ Ἅγιον τὸ ὄνομα αὐτοῦ. 50 Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεῶνγενεας γενεων f35 A [69%] CP,HF,RP,TR,OC ¦ 1 και 2 [2.8%] ¦ γενεαν 2 D [0.6%] ¦ γενεαν και γενεαν [25.3%] ¦ 1 και 1 B,C,W [0.8%] NU ¦ three other variants [1.5%] τοῖς φοβουμένοις αὐτόν. 51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν· 52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς· 53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. 54 Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, 55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἁβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.»εως αιωνος f35 C [35%] CP ¦ 1 αιωνας [1%] ¦ εις τον αιωνα ℵA,B,D,W [64%] HF,RP,TR,OC,NU [Render "while there is an age"I take the point to be that the things mentioned are pertinent to this world, not the next.]

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também