12 Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν αὐτῷ35 ℵA,N,W [99.7%] CP,HF,RP,TR,OC[NU] ¦ --- 𝕻75B(D) [0.3%] δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν. 13 Καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες, «Ἰησοῦ, Ἐπιστάτα, ἐλέησον ἡμᾶς.» 14 Καὶ ἰδὼν εἶπεν αὐτοῖς, «Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν.» Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. 15 Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν· 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ—καὶ αὐτὸς ἦν Σαμαρείτης. ¦ σαμαριτης ℵD,N,W [3.5%] NU ¦ σαμαρειτις [4%] ¦ one other variant 17 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ¦ εννε CP ποῦ; 18 Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος.» 19 Καὶ εἶπεν αὐτῷ, «Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.»
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.