A blind man near Jericho
35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχώ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.προσαιτων f35 A,W [99.5%] CP,HF,RP,TR,OC ¦ επαιτων ℵB(D)Q,T [0.5%] NU 36 Ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τίτι f35 ℵA,B,T,W [70%] CP,HF,RP,TR,OC,NU ¦ 1 αν D,Q [30%] εἴη τοῦτο.τουτο rell ¦ ταυτα [1%] OC 37 Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 Καὶ ἐβόησεν λέγων, «Ἰησοῦ, Υἱὲ Δαυίδ, ἐλέησόν με.» 39 Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ·σιωπηση f35 ℵA,Q [95.5%] CP,HF,RP,TR,OC ¦ σιωπησει [2%] ¦ σιγηση (B,D,W)T [2.5%] NU αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, «Υἱὲ Δαυίδ, ἐλέησόν με.» 40 Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων,λεγων f35 A,Q,W [98.5%] CP,HF,RP,TR,OC ¦ --- ℵB,D,T [1.5%] NU 41 «Τί σοι θέλεις ποιήσω;» Ὁ δὲ εἶπεν, «Κύριε, ἵνα ἀναβλέψω.» 42 Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· «Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.» 43 Καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν. Καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.