Pular para o conteúdo
Publicidade

Luke 2:1-20

1 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. 2 Αὕτη ἡη f35 ℵA,C,W [99.4%] CP,HF,RP,TR,OC ¦ --- B,D [0.6%] NU ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. 3 Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίανιδιαν f35 A,C [99.3%] CP,HF,RP,TR,OC ¦ εαυτου B,D,W [0.7%] NU ¦ εαυτων ℵ πόλιν.

At night, in Bethlehem, the Savior is born

4 Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρέτ,ναζαρετ f35 B,W [73%] CP,HF,RP,TR,OC ¦ ναζαρεθ ℵD [26.5%] NU ¦ ναζαραθ A,C [0.5%] εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ, 5 ἀπογράψασθαι σὺν Μαριάμ, τῇ μεμνηστευμένῃμεμνηστευμενη f35 [99%] CP,HF,RP,TR,OC ¦ εμνηστευμενη ℵA,B,C,D [0.6%] NU ¦ εμεμνηστευμενη C ¦ two other variants [0.4%] αὐτῷ γυναικί,γυναικι f35 A [98.4%] CP,HF,RP,TR,OC ¦ --- ℵB,CvD,W [1.6%] NU οὔσῃ ἐγκύῳ. 6 Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν· 7 καὶ ἔτεκεν τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇτη f35 [95.3%] CP,HF,RP,TR,OC ¦ --- ℵA,B,D,W [4.7%] NU φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.

Angels and shepherds

8 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ, ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. 9 Καὶ ἰδού,ιδου f35 A,D [99.2%] CP,HF,RP,TR,OC ¦ --- ℵB,W [0.8%] NU ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. 10 Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· «Μὴ φοβεῖσθε, ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· 11 ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὅς ἐστιν Χριστὸς Κύριος, ἐν πόλει Δαυίδ. 12 Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετεευρησετε f35 B,D [87%] CP,HF,RP,TR,OC,NU ¦ ευρησεται ℵA,W [13%] Βρέφος ἐσπαργανωμένον, κείμενονκειμενον f35 A [94%] CP,HF,RP,TR,OC ¦ και 1 B,W [3.5%] NU ¦ --- ℵD [2.5%] ἐνεν f35 ℵA,B,D,W [90%] CP,HF,RP,OC,NU ¦ 1 τη [10%] TR φάτνῃ.» 13 Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων, 14 «Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.»ευδοκια f35 (99.4%) CP,HF,RP,TR,OC ¦ ευδοκιας ℵA,B,D,W (0.4%) NU ¦ two other readings (0.2%) [1627 MSS x 6 MSS, according to Text und Textwert]

Shepherds go and report

15 Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾿ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι,και οι ανθρωποι f35 A,D (97.7%) CP,HF,RP,TR,OC ¦ και (1.1%) ¦ --- (ℵ)B,W (1.1%) NU ¦ one other variant (1%) οἱ ποιμένες, εἶπονειπον f35 A,D [99%] CP,HF,RP,TR,OC ¦ ελαλουν ℵB,W [0.5%] NU ¦ ειπαν [0.5%] πρὸς ἀλλήλους, «Διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν.» 16 Καὶ ἦλθονηλθον f35 ℵD,W [98.2%] CP,HF,RP,TR,OC ¦ ηλθαν B [0.2%] NU ¦ απηλθον [1.6%] σπεύσαντες καὶ ἀνεῦρονανευρον f35 ℵA [92.2%] CP,HF,RP,TR,OC ¦ ανευραν B,NU ¦ ευρον D,W [6%] ¦ ηυραν [0.7%] ¦ ευραν [0.1%] τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ Βρέφος κείμενον ἐν τῇ φάτνῃ. 17 Ἰδόντες δὲ διεγνώρισανδιεγνωρισαν f35 A [97.8%] CP,HF,RP,TR,OC ¦ εγνωρισαν ℵB,D,W [2.2%] NU περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. 18 Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς. 19 Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20 Καὶ ὑπέστρεψανυπεστρεψαν f35 ℵA,B,D,W [97.4%] CP,HF,RP,OC,NU ¦ επεστρεψαν [2.6%] TR οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.