1 Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ—τὴν λογικὴν λατρείαν ὑμῶν. 2 Καὶ μὴ συσχηματίζεσθε35 (𝕻46ℵB) [65%] HF,TR,NU ¦ συσχηματιζεσθαι A [35%] OC,RP,CP τῷ αἰῶνι τούτῳ· ἀλλά, μεταμορφοῦσθε35 𝕻46B [65%] HF,TR,NU ¦ μεταμορφουσθαι ℵA [35%] OC,RP,CP τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν35 ℵ [98%] OC,RP,HF,TR,CP ¦ --- 𝕻46A,B [2%] NU εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.
3 Λέγω γάρ, διὰ τῆς χάριτος35 𝕻46ℵA,B,C [75%] OC,RP,HF,TR,CP,NU ¦ 1 του θεου [25%] τῆς δοθείσης ¦ δοθησης [13%] ¦ six further spellings ℵ [5%] μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾿ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισεν μέτρον πίστεως. 4 Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ35 A [97%] OC,RP,HF,TR,CP ¦ ∼ 21 𝕻46ℵB [3%] NU ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν, 5 οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ35 [97%] OC,RP,HF,TR,CP ¦ το 𝕻46ℵA,B [3%] NU δὲ καθ᾿ εἷς35 [70%] CP (Since there is no ambiguity, they were just saving ink.) ἀλλήλων μέλη. 6 Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ¦ δοθησαν [13%] ¦ two further spellings ℵ [1%] ἡμῖν διάφορα· εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως· 7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ· εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ· 8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει· ὁ μεταδιδούς, ἐν ἁπλότητι· ὁ προϊστάμενος, ἐν σπουδῇ· ὁ ἐλεῶν, ἐν ἱλαρότητι.
9 Ἡ ἀγάπη ἀνυπόκριτος· ἀποστυγοῦντες τὸ πονηρόν· κολλώμενοι τῷ ἀγαθῷ· 10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι· τῇ τιμῇ ἀλλήλους προηγούμενοι· 11 τῇ σπουδῇ μὴ ὀκνηροί· τῷ πνεύματι ζέοντες τῷ Κυρίῳ ¦ καιρω [1%] TR δουλεύοντες· 12 τῇ ἐλπίδι χαίροντες· τῇ θλίψει ὑπομένοντες· τῇ προσευχῇ προσκαρτεροῦντες· 13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες· τὴν φιλοξενίαν διώκοντες.
14 Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς·35 ℵA [97%] OC,RP,HF,TR,CP[NU] ¦ --- 𝕻46B [3%] εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. 15 Χαίρειν μετὰ χαιρόντων καὶ35 A [97%] OC,RP,HF,TR,CP ¦ --- 𝕻46ℵB [3%] NU κλαίειν μετὰ κλαιόντων. 16 Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες—μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι· μὴ γίνεσθε φρόνιμοι παρ᾿ ἑαυτοῖς. 17 Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων. 18 Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.
19 Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί· ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ· «Ἐμοὶ ἐκδίκησις· ἐγὼ ἀνταποδώσω,» λέγει Κύριος. 20 «Ἐὰν οὖν35 (87.4%) OC,RP,HF,TR,CP ¦ 1 𝕻46 (6.2%) ¦ ∼ αλλα 1 A,B (1%) NU ¦ ∼ αλλ 1 ℵ (5.1%) ¦ αλλ 12 (0.3%) πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.» 21 Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.