1 Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; 2 Πολὺ κατὰ πάντα τρόπον· πρῶτον μὲν γὰρ35 ℵA [95%] OC,RP,HF,TR,CP[NU] ¦ --- B [5%] ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. 3 Τί γὰρ εἰ ἠπίστησάν τινες; Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; ¦ καταργηση [20%] ¦ one other spelling 4 Μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης· καθὼς γέγραπται· «Ὅπως ἂν δικαιωθῇς ¦ δικαιωθεις [22%] ¦ δικαιοθης [2%] ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς35 B [88%] RP,HF,TR,CP ¦ νικησεις ℵA [12%] OC,NU ἐν τῷ κρίνεσθαί σε.»
5 Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ Θεὸς ὁ ¦ --- [12%] ἐπιφέρων τὴν ὀργήν; (Κατὰ ἄνθρωπον λέγω.) 6 Μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον; 7 Εἰ γὰρ35 B [98%] OC,RP,HF,TR,CP ¦ δε ℵA [2%] NU ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι; 8 Καὶ μή (καθὼς βλασφημούμεθα καὶ καθὼς φασίν τινες) ἡμᾶς λέγειν ὅτι «Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά»—ὧν τὸ κρῖμα ἔνδικόν ἐστιν.
9 Τί οὖν; Προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾿ ἁμαρτίαν εἶναι. 10 Καθὼς γέγραπται·35 [45%] CP ¦ 1 οτι ℵA,B [55%] OC,RP,HF,TR,NU «Οὐκ ἔστιν δίκαιος, οὐδὲ εἷς· 11 οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. 12 Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν·35 [94%] OC,RP,HF,TR,CP ¦ ηχρεωθησαν ℵA,B [1%] NU ¦ ηχριωθησαν [5%] οὐκ ἔστιν35 A,B [99%] OC,RP,HF,TR,CP ¦ 1 ο ℵ [1%] NU ποιῶν χρηστότητα, οὐκ ἔστιν35 ℵA (99.1%) OC,RP,HF,TR,CP[NU] ¦ --- B (0.9%) ἕως ἑνός.» 13 «Τάφος ἀνεῳγμένος ὁ λάρυγξ ¦ λαρυξ A [20%] αὐτῶν· ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν.» «Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν»· 14 «ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει.» 15 «Ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· 16 σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, 17 καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.» 18 «Οὐκ ἔστιν φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.»
19 Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. 20 Διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, ¦ του θεου [10%] διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
21 Νυνὶ δέ, χωρὶς νόμου, δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, 22 δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας καὶ ἐπὶ πάντας35 (93.4%) OC,RP,HF,TR,CP ¦ --- 𝕻40ℵA,B,C (6.6%) NU [easy homoioteleuton] τοὺς πιστεύοντας. Οὐ γάρ ἐστιν διαστολή· 23 πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, 24 δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· 25 ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως35 B [96%] OC,RP,HF,TR,CP[NU] ¦ 13 ℵC [4%] ¦ --- A ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων, ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ· 26 πρὸς35 [98%] OC,RP,HF,TR,CP ¦ 1 την ℵA,B,C [2%] NU ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον, καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ. ¦ ιησουν [35%] CP ¦ --- [1%]
27 Ποῦ οὖν ἡ καύχησις; Ἐξεκλείσθη. Διὰ ποίου νόμου, τῶν ἔργων; Οὐχί, ἀλλὰ διὰ νόμου πίστεως. 28 Λογιζόμεθα οὖν35 B,C [93%] OC,RP,HF,TR,CP ¦ γαρ ℵA [7%] NU πίστει δικαιοῦσθαι35 [98%] OC,RP,HF,TR,CP ¦ ∼ 21 ℵA,B,C [2%] NU ἄνθρωπον χωρὶς ἔργων νόμου. 29 Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; ¦ μονων B [15%] Οὐχὶ δὲ35 [94%] OC,RP,HF,TR,CP ¦ --- ℵA,B,C [6%] NU καὶ ἐθνῶν; Ναί, καὶ ἐθνῶν, 30 ἐπείπερ35 [98%] OC,RP,HF,TR,CP ¦ ειπερ ℵ(A)B,C [2%] NU εἷς ὁ Θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. 31 Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο· ἀλλὰ νόμον ἱστῶμεν.35 [96%] OC,RP,HF,TR,CP ¦ ιστανομεν ℵA,B,C [1.5%] NU ¦ six other variants [2.5%]
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.