Publicidade

Romanos 8

Deliverance

1 Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ Πνεῦμα,35 (94%) OC,RP,HF,TR,CP ¦ variations on the long form (0.8%) ¦ 1234 A (2.5%) ¦ --- ℵB (2.3%) NU ¦ two other readings (0.3%) 2 ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με35 A,C [98%] OC,RP,HF,TR,CP ¦ σε ℵB [1%] NU ¦ three other variants [1%] ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. 3 Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας· κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, 4 ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ Πνεῦμα.

Spirit vs flesh

5 Οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ Πνεῦμα τὰ τοῦ Πνεύματος. 6 Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ Πνεύματος ζωὴ καὶ εἰρήνη· 7 διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν, τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. 8 Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται. 9 Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ᾿ ¦ αλλα ℵB [1%] NU ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ ¦ θεου [18%] οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. 10 Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι᾿35 ℵ [81%] OC,TR ¦ δια A,B,C [17%] RP,HF,CP,NU ¦ δια την [2%] ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. 11 Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος35 C [95%] OC,RP,HF,TR,CP ¦ 1 τον ℵA,B [5%] NU Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν35 (86.2%) OC,RP,HF,TR,CP ¦ 1 κυριον (3.4%) ¦ 2 B (2.2%) NU ¦ 2 ιησουν (ℵA) (2.5%) ¦ ιησουν 2 (C) (1.7%) ¦ αυτον (0.8%) ¦ four other variants (0.7%) ¦ long omissions (2.5%) ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα35 B (81.7%) OC,RP,HF,TR(CP) ¦ του ενοικουντος … πνευματος ℵA,C (17.6%) NU ¦ two other variants (0.7%) ἐν ὑμῖν.

Sonship

12 Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκί, τοῦ κατὰ σάρκα ζῆν· 13 εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. 14 Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ35 [98%] OC,RP,HF,TR,CP ¦ ∼ 231 ℵA,C [1.5%] NU ¦ ∼ 213 B [0.5%] 15 —οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾿ ¦ αλλα ℵA,B,C [1%] NU ἐλάβετε Πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν, «Ἀββᾶ, ὁ Πατήρ.» 16 Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ 17 —εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ (εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν).

Redemption of the body

18 Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. 19 Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται· 20 τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ᾿35 𝕻27A,C [99%] OC,RP,HF,TR,CP ¦ εφ 𝕻46ℵB [1%] NU ἐλπίδι 21 ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. 22 Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. 23 Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ ¦ 1 οι [10%] τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ35 (90%) OC,RP,HF,TR,CP ¦ ∼ 213 𝕻46ℵA,C (3%) NU ¦ ∼ 132 (1.3%) ¦ 13 B (2.3%) ¦ 12 (2.5%) ¦ 23 (0.3%) ¦ 3 (0.5%) ἐν ἑαυτοῖς στενάζομεν, ¦ συστεναζομεν [1%] CP υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. 24 Τῇ γὰρ ἐλπίδι ἐσώθημεν, ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς—ὃ γὰρ βλέπει τις, τί καὶ35 A,C [97%] OC,RP,HF,TR,CP ¦ 2 (ℵ) [0.5%] ¦ --- 𝕻46B,NU ¦ 1 [2%] ἐλπίζει; 25 Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι᾿ ὑπομονῆς ἀπεκδεχόμεθα.

26 Ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις35 (93.5%) OC,RP,HF,TR,CP ¦ τη ασθενεια ℵA,B,C (5.2%) NU ¦ της 2 (0.8%) ¦ two other variants (0.5%) ἡμῶν, τὸ γὰρ τί προσευξόμεθα35 [97%] OC,RP,HF,CP ¦ προσευξωμεθα ℵA,B,C [3%] TR,NU καθὸ δεῖ οὐκ οἴδαμεν. Ἀλλ᾿ ¦ αλλα ℵ [25%] NU αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν35 C [98%] OC,RP,HF,TR ¦ --- ℵA,B [2%] NU ¦ 1 υμων CP στεναγμοῖς ἀλαλήτοις, 27 ὁ δὲ ἐρευνῶν35 A(C) [99%] OC,RP,HF,TR,CP ¦ εραυνων 𝕻46ℵB [1%] NU τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.

Glory

28 Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν Θεὸν πάντα συνεργεῖ εἰς35 ℵA,B,C [73%] OC,RP,HF,TR,NU ¦ 1 το [27%] CP ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. 29 Ὅτι οὓς προέγνω καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· 30 οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.

Summary to this point

31 Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾿ ἡμῶν; 32 Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾿ ¦ αλλα 𝕻46ℵB [1%] NU ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; 33 Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν. 34 Τίς ὁ κατακρίνων; Χριστὸς35 B [96%] OC,RP,HF,TR,CP ¦ 1 ιησους ℵA,C [4%] [NU] ὁ ἀποθανών, μᾶλλον δὲ καὶ35 𝕻46 (87.8%) OC,RP,HF,TR,CP ¦ --- 𝕻27(ℵA)B(C) (12.2%) NU ἐγερθείς, ὃς καί ¦ --- ℵA,C [25%] ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.

35 Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; 36 (Καθὼς γέγραπται ὅτι «Ἕνεκά35 C [70%] OC,TR ¦ ενεκεν ℵA,B [30%] RP,HF,CP,NU σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.») 37 Ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. 38 Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωή, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα,35 [95%] OC,RP,HF,TR,CP ¦ ∼ 34521 (δυναμις 𝕻46) (𝕻46)ℵA,B,C [3%] NU ¦ 123 [2%] 39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-