Reconciliation
6 Ἔτι γὰρ Χριστός, ὄντων ἡμῶν ἀσθενῶν,ασθενων f35 [97%] OC,RP,HF,TR,CP ¦ 1 ετι ℵA,B,C [3%] NU κατὰ καιρόν, ὑπὲρ ἀσεβῶν ἀπέθανεν. 7 Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται (ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν), 8 συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν. 9 Πολλῷ οὖν μᾶλλον, δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα δι᾿ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. 10 Εἰ γάρ, ἐχθροὶ ὄντες, κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον, καταλλαγέντες, σωθησόμεθασωθησομεθα rell ¦ σωθησωμεθα [14%] ἐν τῇ ζωῇ αὐτοῦ.