Pular para o conteúdo
Publicidade

ΨΑΛΜΟΙ 114

1 Ἀλληλούϊα.

Ἠγαπήσα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου· 2 Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. 3 Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλίψιν καὶ ὀδύνην εὗρον, 4 καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην, Κύριε ῥῦσαι τὴν ψυχήν μου.

5 Ἐλεήμων Κύριος καὶ δίκαιος, καὶ Θεὸς ἡμῶν ἐλεεῖ. 6 Φυλάσσων τὰ νήπια Κύριος, ἐταπεινώθην καὶ ἔσωσέ με.

7 Ἐπίστρεψον ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε. 8 Ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. 9 Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.

Veja também