Pular para o conteúdo
Publicidade

ΨΑΛΜΟΙ 83

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς Κορὲ ψαλμός.

2 Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων. 3 Ἐπιποθεῖ καὶ ἐκλείπει ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· καρδία μου καὶ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα· 4 Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς· τὰ θυσιαστήριά σου Κύριε τῶν δυνάμεων, βασιλεύς μου καὶ Θεός μου.

5 Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε· διάψαλμα. 6 Μακάριος ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, Κύριε· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, 7 εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν ἔθετο· καὶ γὰρ εὐλογίας δώσει νομοθετῶν, 8 πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται Θεὸς τῶν θεῶν ἐν Σιών.

9 Κύριε Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι Θεὸς Ἰακώβ· διάψαλμα. 10 Ὑπερασπιστὰ ἡμῶν ἴδε Θεὸς, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σοῦ. 11 Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου, ὑπὲρ χιλιάδας· ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον οἰκεῖν με ἐπὶ σκηνώμασιν ἁμαρτωλῶν. 12 Ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος, Θεὸς χάριν καὶ δόξαν δώσει· Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. 13 Κύριε τῶν δυνάμεων, μακάριος ἄνθρωπος ἐλπίζων ἐπὶ σέ.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.

Veja também