Pular para o conteúdo
Publicidade

ΨΑΛΜΟΙ 129

1 Ὠδὴ τῶν ἀναβαθμῶν.

Ἐκ βαθέων ἐκέκραξά σοι Κύριε. 2 Κύριε εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. 3 Ἐὰν ἀνομίας παρατηρήσῃς Κύριε, Κύριε, τίς ὑποστήσεται; 4 Ὅτι παρὰ σοὶ ἱλασμός ἐστιν· ἕνεκεν τοῦ ὀνόματός σου 5 ὑπέμεινά σε Κύριε, ὑπέμεινεν ψυχή μου εἰς τὸν λόγον σου, 6 ἤλπισεν ψυχή μου ἐπὶ τὸν Κύριον· ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός,

7 Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον· ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις. 8 Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.

Veja também