Publicidade

Salmos 120

1 Ὠδὴ τῶν ἀναβαθμῶν.

Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει βοήθειά μου. 2 βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. 3 Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ φυλάσσων σε. 4 Ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει φυλάσσων τὸν Ἰσραήλ. 5 Κύριος φυλάξει σε, Κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου. 6 Ἡμέρας ἥλιος οὐ συγκαύσει σε, οὐδὲ σελήνη τὴν νύκτα. 7 Κύριος φυλάξαι σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου Κύριος. 8 Κύριος φυλάξει τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-07-05_19-25-13-