Publicidade

Salmos 136

1 Τῷ Δαυὶδ, Ἱερεμίου.

Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. 2 Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν. 3 Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς, λόγους ᾠδῶν, καὶ οἱ ἀπαγαγόντες ἡμᾶς, ὕμνον· ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών.

4 Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; 5 Ἐὰν ἐπιλάθωμαί σου Ἱερουσαλήμ, ἐπιλησθείη δεξιά μου. 6 Κολληθείη γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῷ· ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ἐν ἀρχῇ τῆς εὐφροσύνης μου.

7 Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλήμ· τῶν λεγόντων, ἐκκενοῦτε ἐκκενοῦτε, ἕως τῶν θεμελίων αὐτῇς. 8 Θυγάτηρ Βαβυλῶνος ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ἀνταπέδωκας ἡμῖν. 9 Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-07-05_19-25-13-