1 Εἰς τὸ τέλος, τῷ Δαυὶδ ψαλμός.
2 Ἐξελοῦ με Κύριε ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με· 3 οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους. 4 Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· διάψαλμα.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.