Pular para o conteúdo
Publicidade

Salmos 14

1 Ψαλμὸς τῷ Δαυίδ.

Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου;

2 Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην· λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ· 3 Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν, καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ· 4 Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους Κύριον δοξάζει· ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἐθετῶν· 5 Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπʼ ἀθώοις οὐκ ἔλαβεν· ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também