11 Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου, καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς· ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν. 12 Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου· οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπʼ ἐμοῦ·
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.