Pular para o conteúdo
Publicidade

Salmos 66

1 Εἰς τὸ τέλος, ἐν ὕμνοις ψαλμὸς τῷ Δαυίδ.

2 Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς· διάψαλμα. 3 Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου. 4 Ἐξομολογησάσθωσάν σοι λαοὶ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. 5 Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη, ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι, καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις· διάψαλμα. 6 Ἐξομολογησάσθωσάν σοι λαοὶ, Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. 7 Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς Θεὸς, Θεὸς ἡμῶν, 8 εὐλογήσαι ἡμᾶς Θεὸς, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também