Pular para o conteúdo
Publicidade

Salmos 8

1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Δαυίδ.

2 Κύριε Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ; ὅτι ἐπῄρθη μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. 3 Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον· ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.

4 Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, σὺ ἐθεμελίωσας· 5 Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; 6 Ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, 7 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, 8 πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, 9 τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. 10 Κύριε Κύριος ἡμῶν, ὡς θαυμαστὸν ὄνομά σου ἐν πάσῃ τῇ γῇ;

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também