Pular para o conteúdo
Publicidade

2 Corinthians 5:1-10

We live by faith

1 Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν (οἰκίαν ἀχειροποίητον), αἰώνιον ἐν τοῖς οὐρανοῖς. 2 Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες· 3 εἴ γε καὶ ἐνδυσάμενοιενδυσαμενοι f35 𝕻46ℵB,C [99%] RP,HF,OC,TR,CP ¦ εκδυσαμενοι D,NU ¦ εκλυσαμενοι [0.5%] οὐ γυμνοὶ εὑρεθησόμεθα. 4 Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι—ἐφ᾿ ᾧεφ ω f35 ℵB,C [95%] RP,HF,OC,CP,NU ¦ επειδη [5%] TR (Just for the record, f35 has ῶ [no aspiration]—since the εφ indicates that the following vowel is aspirated, they were just saving ink, avoiding the redundancy.) οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾿ ἐπενδύσασθαι· ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.

5 Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός, ὁ καὶκαι f35 [97%] RP,HF,OC,TR,CP ¦ --- 𝕻46ℵB,C [3%] NU δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ Πνεύματος. 6 Θαρροῦντες οὖν πάντοτε, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου 7 —διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους— 8 θαρροῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. 9 Διὸ καὶ φιλοτιμούμεθα (εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες) εὐάρεστοι αὐτῷ εἶναι. 10 Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηταικομισηται rell ¦ κομισητε [7%] CP ¦ εκομισηται ℵ ¦ κομησηται [15%] ἕκαστος τὰ διὰδια rell ¦ ιδια 𝕻46 CP τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν.κακον f35 𝕻46 B (94.2%) RP,HF,OC,TR,CP ¦ φαυλον ℵC,048 (4.7%) NU ¦ four other variants (1.2%)

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.