The ‘wise men’
1 Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδού, μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμαιεροσολυμα rell ¦ ιερουσαλημ C,N,W [10%] 2 λέγοντες· «Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρααυτου τον αστερα rell ¦ ∼ 231 [1%] CP ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.»
The Star!
9 Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν, καὶ ἰδού, ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλθὼν ἔστηεστη f35 W [98%] RP,HF,OC,CP,TR ¦ εσταθη ℵB,C,D [2%] NU ἐπάνω οὗ ἦν τὸ Παιδίον. 10 Ἰδόντες δὲ τὸν ἀστέρα, ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. 11 Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδονειδον rell ¦ ιδον ℵC,W [5%] ¦ ευρον [5%] TR ¦ ειδαν B τὸ Παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ· καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα· χρυσὸν καὶ λίβανον καὶ σμύρναν. 12 Καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.