1 »Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν35 ℵC,W [99.5%] RP,HF,OC,CP,TR ¦ εαυτων B,D [0.5%] NU ἐξῆλθον εἰς ἀπάντησιν35 D,W [99%] RP,HF,OC,CP,TR ¦ υπαντησιν ℵB,C [1%] NU τοῦ νυμφίου. 2 Πέντε δὲ ἦσαν ἐξ αὐτῶν35 W [95%] RP,HF,OC,CP,TR ¦ ∼ 231 ℵB,C,D [5%] NU φρόνιμοι καὶ αἱ πέντε μωραί.35 [90%] RP,HF,OC,CP,TR ¦ 1245 W [8%] ¦ ∼ 5241 ℵB,C,D [2%] NU 3 Αἵτινες35 W [98%] RP,HF,OC,CP,TR ¦ αι γαρ ℵB,C [0.5%] NU ¦ δε αι [1%] ¦ οι ουν D ¦ two other variants μωραί, λαβοῦσαι τὰς λαμπάδας αὐτῶν,35 B,C,D,W [95%] RP,HF,CP,NU ¦ εαυτων [5%] OC,TR ¦ --- ℵ [0.5%] οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· 4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν35 C,W [98%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [2%] NU μετὰ τῶν λαμπάδων αὐτῶν.35 D,W [98.5%] RP,HF,OC,CP,TR ¦ εαυτων ℵB [0.5%] NU ¦ --- C [1%] 5 Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον· 6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ‹Ἰδού, ὁ νυμφίος ἔρχεται,35 W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C [1%] NU ¦ εξερχεται D ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.›35 A,D,W [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ αυτω C ¦ --- ℵB [0.5%] 7 Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν.35 C,D,W [99%] RP,HF,OC,CP,TR ¦ εαυτων ℵA,B [1%] NU 8 Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον, ¦ ειπαν B,C [0.5%] NU ‹Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.› 9 Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι, ‹Μήποτε οὐκ35 ℵA [85%] RP,HF,OC,CP,TR ¦ ου μη B,C,D,W [15%] NU ἀρκέσῃ ¦ αρκεσει D [5%] OC,CP ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ35 C,W [90%] RP,HF,OC,CP,TR ¦ --- ℵA,B,D [10%] NU μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.› 10 Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους—καὶ ἐκλείσθη ἡ θύρα. 11 Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι, ‹Κύριε, κύριε, ἄνοιξον ἡμῖν.› 12 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ‹Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.› 13 Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται.35 (89.3%) RP,HF,OC,CP,TR ¦ --- 𝕻35ℵA,B,C,D,W (10.7%) NU
14 »Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ. 15 Καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. 16 Πορευθεὶς δὲ35 A,C,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB [0.5%] NU ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο35 A,C [98.5%] RP,HF,OC,CP,TR ¦ ηργασατο ℵB,D,W [1.5%] NU ἐν αὐτοῖς, καὶ ἐποίησεν35 ℵA,W [95%] RP,HF,OC,CP,TR ¦ εκερδησεν B,C,D [5%] NU ἄλλα πέντε τάλαντα.35 ℵA,C,D,W [99%] RP,HF,OC,CP,TR ¦ --- B [1%] NU 17 Ὡσαύτως καὶ35 B(D)W [98%] RP,HF,OC,CP,TR ¦ δε 1 A [1%] ¦ --- ℵC [1%] NU ὁ τὰ δύο ἐκέρδησεν καὶ αὐτὸς35 A(D)W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C [1%] NU ἄλλα δύο. 18 Ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ35 A,D,W [99%] RP,HF,OC,CP,TR ¦ την γην C ¦ γην ℵB [0.5%] NU καὶ ἀπέκρυψεν35 W [98.5%] RP,HF,OC,CP,TR ¦ εκρυψεν ℵA,B,C,D [1.5%] NU τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
19 »Μετὰ δὲ χρόνον πολύν,35 A [96%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,C,D [4%] NU ¦ 1 τινα W ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ᾿ αὐτῶν λόγον.35 A,W [90%] RP,HF,OC,TR ¦ ∼ 312 ℵB,C,D [10%] CP,NU 20 Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα, λέγων, ‹Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς.›35 A,C,W [97%] RP,HF,OC,CP,TR ¦ εν 2 [2%] ¦ --- 𝕻35ℵB(D) [1%] NU 21 Ἔφη δὲ35 A,W [93%] RP,HF,CP,TR ¦ --- 𝕻35ℵB,C,D [7%] OC,NU αὐτῷ ὁ κύριος αὐτοῦ· ‹Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.› 22 Προσελθὼν δὲ35 A,C,D,W [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ --- 𝕻35vℵB [0.5%] καὶ ὁ τὰ δύο τάλαντα λαβὼν35 ℵD [95%] RP,HF,OC,CP,TR ¦ --- 𝕻35A,B,C,W [5%] NU ¦ one other variant εἶπεν, ‹Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς.›35 A,C,W [98%] RP,HF,OC,CP,TR ¦ εν 2 [1%] ¦ --- 𝕻35ℵB,D [1%] NU 23 Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· ‹Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.›
24 »Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· ‹Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας. 25 Καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε, ἔχεις τὸ σόν.› 26 Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· ‹Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα. 27 Ἔδει οὖν σε35 A,D,W [99%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,C [1%] NU βαλεῖν τὸ ἀργύριόν35 A,C,D [99.5%] RP,HF,OC,CP,TR ¦ τα αργυρια ℵB,W [0.5%] NU μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28 Ἄρατε οὖν ἀπ᾿ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. 29 Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ35 A,C,W [99%] RP,HF,OC,CP,TR ¦ ∼ 32 ℵB,D [1%] NU μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν35 [30%] CP ¦ εχει ℵA,B,C,D,W [70%] RP,HF,TR,OC,NU ἀρθήσεται ἀπ᾿ αὐτοῦ. 30 Καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε35 ℵA,B,W [88%] RP,HF,OC,CP,NU ¦ εκβαλλετε [10%] TR ¦ εκβαλεται C [1%] ¦ βαλεται εξω D ¦ four other variants εἰς τὸ σκότος τὸ ἐξώτερον.› Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
31 »Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι35 A,W [96%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [4%] NU ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ. 32 Καὶ συναχθήσονται35 ℵB,D [25%] CP,NU ¦ συναχθησεται f35pt A,W [75%] RP,HF,OC,TR ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ35 A,B,D [98%] RP,HF,OC,CP,TR ¦ αφορισει ℵW [2%] NU αὐτοὺς ἀπ᾿ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων. 33 Καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34 Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· ‹Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. 35 Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, 36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε35 [95%] RP,HF,OC,CP,TR ¦ ηλθατε ℵA,B,D,W [5%] NU πρός με.› 37 Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι, λέγοντες· ‹Κύριε, πότε σε εἴδομεν πεινῶντα ¦ πινωντα CP καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38 Πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39 Πότε δέ σε εἴδομεν ἀσθενῆ35 ℵA,W [99.5%] RP,HF,OC,CP,TR ¦ ασθενουντα B,D [0.5%] NU ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;› 40 Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς, ‹Ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.›
41 »Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· ‹Πορεύεσθε ἀπ᾿ ἐμοῦ, οἱ35 A,D,W [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ --- ℵB [0.5%] κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 42 Ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, 43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.› 44 Τότε ἀποκριθήσονται35 A,B,D,W [95%] RP,HF,CP,NU ¦ 1 αυτω (ℵ) [5%] OC,TR καὶ αὐτοί, λέγοντες, ‹Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;› 45 Τότε ἀποκριθήσεται αὐτοῖς, λέγων, ‹Ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.› 46 Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.»
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.