1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς35 [25%] ¦ 1 παντας ℵA,B,D,W [75%] RP,HF,OC,CP,TR,NU τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, 2 «Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.»
3 Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς35 (W) [95%] RP,HF,OC,CP,TR ¦ --- ℵA,B,D [5%] NU καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, τοῦ λεγομένου Καϊάφα, 4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν ¦ ∼ 21 [5%] TR καὶ ἀποκτείνωσιν. 5 Ἔλεγον δέ, «Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.»
6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, 7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα35 A,W [98%] RP,HF,OC,CP,TR ¦ ∼ 312 ℵB,D [2%] NU βαρυτίμου καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν35 A,W [95%] RP,HF,OC,CP,TR ¦ της κεφαλης ℵB,D [5%] NU αὐτοῦ ἀνακειμένου. 8 Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ35 A,W [98.5%] RP,HF,OC,CP,TR ¦ --- 𝕻45vℵB,D [1.5%] NU ἠγανάκτησαν λέγοντες· «Εἰς τί ἡ ἀπώλεια αὕτη; 9 Ἠδύνατο35 A,D [96%] RP,HF,OC,CP,TR ¦ εδυνατο 𝕻45vℵB,W [4%] NU γὰρ τοῦτο τὸ μύρον35 [93%] RP,HF,OC,CP,TR ¦ --- ℵA,B,D,W [7%] NU πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς35 A,D,W [40%] OC,CP ¦ --- ℵB [60%] RP,HF,TR,NU (OC is in small print) πτωχοῖς.» 10 Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο35 A [98.5%] RP,HF,OC,CP,TR ¦ ηργασατο ℵB,D,W [1.5%] NU εἰς ἐμέ. 11 Πάντοτε γὰρ τοὺς πτωχοὺς35 ℵA,B,D,W [40%] RP,CP,TR,NU ¦ ∼ 3421 [60%] HF,OC ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 12 Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.»
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν, 15 «Τί θέλετέ μοι δοῦναι καὶ ἐγὼ35 ℵD,W [40%] OC,CP ¦ καγω A,B [60%] RP,HF,TR,NU ὑμῖν παραδώσω αὐτόν;» Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. 16 Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες αὐτῷ,35 A [90%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D(W) [10%] NU «Ποῦ θέλεις ἑτοιμάσομέν35 D [85%] RP,HF ¦ ετοιμασωμεν ℵA,B,W [15%] OC,CP,TR,NU σοι φαγεῖν τὸ Πάσχα;» 18 Ὁ δὲ εἶπεν, «Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ, ‹Ὁ διδάσκαλος λέγει, «Ὁ καιρός μου ἐγγύς ἐστιν· πρός σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου.» › » 19 Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
20 Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα. 21 Καὶ ἐσθιόντων αὐτῶν εἶπεν, «Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.» 22 Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν,35 𝕻37vA,W [97%] RP,HF,OC,CP,TR ¦ εις 12 𝕻45vD [2%] ¦ εις 1 ℵB,C [1%] NU ¦ one other variant «Μήτι ἐγώ εἰμι, Κύριε;» 23 Ὁ δὲ ἀποκριθεὶς εἶπεν· «Ὁ ἐμβάψας μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα,35 C,W [98%] RP,HF,OC,CP,TR ¦ ∼ 6712345 𝕻37,45v(D) [0.5%] ¦ ∼ 1267345 ℵA,B [1.5%] NU οὗτός με παραδώσει. 24 Ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.» 25 Ἀποκριθεὶς δὲ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, εἶπεν, «Μήτι ἐγώ εἰμι, Ῥαββί;» Λέγει αὐτῷ, «Σὺ εἶπας.»
26 Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸν35 A,W [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,D [3%] NU ἄρτον καὶ εὐλογήσας,35 𝕻45ℵB,C,D [30%] CP,TR,NU ¦ ευχαριστησας A,W [70%] RP,HF,OC ἔκλασεν καὶ ἐδίδου35 ℵA,C,W [97%] RP,HF,OC,CP,TR ¦ δους 𝕻37B,D [3%] NU τοῖς μαθηταῖς καὶ35 A,C,W [97%] RP,HF,OC,CP,TR ¦ --- 𝕻37ℵB,D [3%] NU εἶπεν, «Λάβετε, φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου.» 27 Καὶ λαβὼν τὸ35 A,C,D [96%] RP,HF,OC,CP,TR ¦ --- ℵB,W [4%] NU ποτήριον καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς λέγων· «Πίετε ἐξ αὐτοῦ πάντες· 28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου, τὸ τῆς καινῆς35 A,C,W [99%] RP,HF,OC,CP,TR ¦ 2 𝕻37ℵB [1%] NU ¦ 23 D διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον35 𝕻37W [90%] RP,HF,OC,CP,TR ¦ εκχυννομενον ℵA,B,C,D [10%] NU εἰς ἄφεσιν ἁμαρτιῶν. 29 Λέγω δὲ ὑμῖν ὅτι35 A,C,W [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [3%] NU οὐ μὴ πίω ἀπ᾿ ἄρτι ἐκ τούτου τοῦ γενήματος35 ℵA,B,C,D [30%] OC,NU ¦ γεννηματος f35pt 𝕻37W [70%] RP,HF,CP,TR τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.» 30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.
31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· ‹Πατάξω τὸν Ποιμένα, καὶ διασκορπισθήσεται35 𝕻37D,W [90%] RP,HF,CP,TR ¦ διασκορπισθησονται 𝕻53ℵA,B,C [10%] OC,NU ¦ one other variant τὰ πρόβατα τῆς ποίμνης.› 32 Μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.» 33 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, «Εἰ καὶ35 W [30%] CP,TR ¦ 1 𝕻37,53A,B,C,D [70%] RP,HF,OC,NU ¦ --- ℵ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ35 𝕻37,53ℵA,B,C,D,W [40%] CP,TR,NU ¦ 1 δε [60%] RP,HF,OC οὐδέποτε σκανδαλισθήσομαι.» 34 Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» 35 Λέγει αὐτῷ ὁ Πέτρος, «Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσωμαι.»35 A [85%] RP,HF,CP ¦ απαρνησομαι 𝕻37ℵB,C,D,W [15%] OC,TR,NU Ὁμοίως δὲ35 A,W [95%] RP,HF,OC,CP ¦ --- ℵB,C,D [5%] TR,NU καὶ πάντες οἱ μαθηταὶ εἶπον.
36 Τότε ἔρχεται μετ᾿ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ,35 [85%] RP,HF,OC,CP,TR ¦ γεθσημανει 𝕻37A,B,C [5%] ¦ γεθσημανι ℵ [5%] NU ¦ γεθσαμανει D ¦ γεδσημανι W ¦ at least eight further spellings [5%] καὶ λέγει τοῖς μαθηταῖς, «Καθίσατε αὐτοῦ ἕως οὗ35 B [94%] RP,HF,OC,CP,TR[NU] ¦ αν D,W [5%] ¦ 1 αν 𝕻53A ¦ --- ℵC [1%] ἀπελθὼν προσεύξωμαι ἐκεῖ.»35 A,C,W [86%] RP,HF,OC,CP,TR ¦ προσευξομαι 2 [10%] ¦ ∼ 21 𝕻37,53vℵB(D) [4%] NU 37 Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς·35 [90%] RP,HF,OC ¦ --- 𝕻37,53ℵA,B,C,D,W [10%] CP,TR,NU «Περίλυπός ἐστιν ἡ ψυχή μου, ἕως θανάτου. Μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾿ ἐμοῦ.» 39 Καὶ προελθὼν35 𝕻37B [35%] OC,CP,TR,NU ¦ προσελθων 𝕻53ℵA,C,D,W [65%] RP,HF μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, «Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθέτω35 𝕻53B,W [98%] RP,HF,OC,CP,TR ¦ παρελθατω ℵA,C,D [2%] NU ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ¦ ουκ CP ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ.» 40 Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· «Οὕτως, οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ; 41 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.» 42 Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, «Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον35 (D) [97%] RP,HF,OC,CP,TR ¦ --- 𝕻37ℵA,B,C,W [3%] NU παρελθεῖν ἀπ᾿ ἐμοῦ35 A,C,W [98%] RP,HF,OC,CP,TR ¦ --- 𝕻37vℵB,D [2%] NU ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.» 43 Καὶ ἐλθὼν εὗρεν αὐτοὺς πάλιν35 A,W [30%] ¦ ευρισκει 23 [66%] RP,HF,OC,CP,TR ¦ ∼ 312 𝕻37ℵB,C,D [4%] NU καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 Καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο35 [94%] RP,HF,OC,CP,TR ¦ ∼ 213 ℵB,C,D [2%] NU ¦ ∼ 132 A,W [3%] ¦ 13 𝕻37v [1%] ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών.35 A,C,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 παλιν 𝕻37ℵB [0.5%] NU 45 Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ35 D,W [90%] RP,HF,OC,CP,TR ¦ --- 𝕻37vℵA,B,C [10%] NU καὶ λέγει αὐτοῖς· «Καθεύδετε τὸ35 𝕻37ℵA,D [98.5%] RP,HF,OC,CP,TR[NU] ¦ --- B,C,W [1.5%] λοιπὸν καὶ ἀναπαύεσθε. Ἰδού, ἤγγικεν ἡ ὥρα καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 Ἐγείρεσθε, ἄγωμεν· ἰδού,35 [20%] ¦ 1 ηγγικεν ℵA,B,C,D,W [80%] RP,HF,OC,CP,TR,NU ὁ παραδιδούς με.»
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδού, Ἰούδας, εἷς τῶν δώδεκα, ἦλθεν, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48 (Ὁ δὲ παραδιδοὺς ¦ παραδους CP αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, «Ὃν ἐὰν35 𝕻37ℵA,W [40%] ¦ αν B,C,D [60%] RP,HF,OC,CP,TR,NU φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτόν.») 49 Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν, «Χαῖρε, Ῥαββί,» καὶ κατεφίλησεν αὐτόν. 50 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Ἑταῖρε, ἐφ᾿ ᾧ35 [90%] RP,HF,OC,CP,TR ¦ ο 𝕻37ℵA,B,C,D,W [10%] NU πάρει;» Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51 Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· «Ἀπόστρεψόν σου τὴν μάχαιραν35 A,C,W [95%] RP,HF,OC,CP,TR ¦ ∼ 231 ℵB,D [2%] NU ¦ 23 [3%] εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ35 D,W [98.5%] RP,HF,OC,CP,TR ¦ μαχαιρη 𝕻37ℵA,B,C [1.5%] NU ἀποθανοῦνται.35 W [90%] RP,HF,OC,CP ¦ απολουνται 𝕻37ℵA,B,C,D [10%] TR,NU 53 Ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι35 A,C,D,W [97%] RP,HF,OC,CP,TR ¦ 12345678 ωδε [1%] ¦ ∼ 23456781 B [0.5%] NU ¦ ∼ 2345678 ωδε 1 ℵ ¦ 2345678 [1%] ¦ two other variants πλείους35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ πλειω ℵB,D [0.5%] NU ἢ35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [0.5%] NU δώδεκα λεγεῶνας35 W [96%] RP,HF,OC,CP,TR ¦ λεγιωνας B,NU ¦ λεγιωνων ℵ ¦ λεγεωνων C [3%] ¦ λεγεονων A ¦ λεγειονης D ἀγγέλων; 54 Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;» 55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· «Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε35 [96%] RP,HF,OC,CP,TR ¦ εξηλθατε ℵA,B,C,W [4%] NU ¦ ηλθατε D μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων,35 C(D) [30%] ¦ ∼ 1237456 W [69%] RP,HF,OC,CP,TR ¦ ∼ 3127456 A ¦ ∼ 45637 ℵB [0.5%] NU ¦ one other variant καὶ οὐκ ἐκρατήσατέ με. 56 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν.» Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58 Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως. Καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος.
59 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι,35 A,C,N,W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [1%] NU καὶ τὸ συνέδριον ὅλον, ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτόν,35 [90%] RP,HF,OC,CP ¦ θανατωσουσιν 2 A,W [5%] ¦ ∼ 21 ℵB [3%] TR,NU ¦ ∼ 2 θανατωσουσιν C,D,N [2%] 60 καὶ οὐχ εὗρον. Καὶ35 A(D)W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,N [1%] NU πολλῶν ψευδομαρτύρων προσελθόντων,35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵA,B [1%] NU ¦ προσηλθον ψευδομαρτυρες D οὐχ εὗρον.35 A(D)W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C,N [1%] NU Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες35 (A)C,D [98%] RP,HF,OC,CP,TR ¦ --- ℵB [1%] NU ¦ τινες 1 N,W [1%] 61 εἶπον, ¦ ειπαν ℵ [0.3%] NU (also in verse 66) «Οὗτος ἔφη, ‹Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.› »35 A,D,N,W [98.5%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵC [0.5%] ¦ 1 B [1%] NU 62 Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· «Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν;» 63 Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ ἀποκριθεὶς35 A,C,N,W [97%] RP,HF,OC,CP,TR ¦ --- B [3%] NU ¦ 1 ουν D ¦ one other variant ¦ ℵ has a long omission ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, «Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ ¦ --- CP Θεοῦ.» 64 Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς Δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.» 65 Τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, λέγων ὅτι35 A,C,W [99%] RP,HF,OC,CP,TR ¦ 1 B,D [1%] NU ¦ και λεγει ιδε ℵ «Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ.35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [0.5%] NU 66 Τί ὑμῖν δοκεῖ;» Οἱ δὲ ἀποκριθέντες εἶπον, «Ἔνοχος θανάτου ἐστίν.» 67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ ἐρράπισαν35 [95%] RP,HF,OC,CP,TR ¦ εραπισαν ℵA,B,C(D)(W) [5%] NU 68 λέγοντες· «Προφήτευσον ἡμῖν, Χριστέ. Τίς ἐστιν ὁ παίσας σε;»
69 Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο35 A,C,W [97%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,D [2.5%] NU ¦ ∼ 2 εξωθεν [0.5%] ἐν τῇ αὐλῇ. Καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα, «Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.» 70 Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν35 A,C,W [90%] RP,HF,OC,CP ¦ --- ℵB,D [10%] TR,NU πάντων ¦ απαντων CP ¦ --- [2%] λέγων, «Οὐκ οἶδα τί λέγεις.» 71 Ἐξελθόντα δὲ αὐτὸν35 A,C,W [98.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB [1.5%] NU ¦ αυτου D εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς35 A,C [90%] RP,HF,OC,CP ¦ τοις ℵB,D,W [10%] TR,NU ἐκεῖ, «Καὶ35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [0.5%] NU οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.» 72 Καὶ πάλιν ἠρνήσατο, μεθ᾿35 D [97%] RP,HF,OC,CP,TR ¦ μετα ℵA,B,C,W [3%] NU ὅρκου, ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον.» 73 Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, «Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.» 74 Τότε ἤρξατο καταθεματίζειν ¦ καταναθεματιζειν [5%] TR καὶ ὀμνύειν ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον.» Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. 75 Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος35 ℵA,B,C,D [35%] OC,CP,NU ¦ 1 του W [65%] RP,HF,TR Ἰησοῦ εἰρηκότος αὐτῷ35 A,C,W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB,D [1%] NU ὅτι «Πρὶν ἀλέκτορα ¦ αλεκτωρα [2%] CP ¦ αλεκτωρ [0.5%] ¦ αλεκτοροφονιας [0.5%] φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» Καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.