Publicidade

Mateus 7

The right attitude toward others

1 »Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. 2 Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ¦ αντιμετρηθησεται N [10%] TR ὑμῖν. 3 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; 4 Ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ‹Ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ35 W [97%] RP,HF,OC,CP,TR ¦ εκ ℵB,N [3%] NU τοῦ ὀφθαλμοῦ σου,› καὶ ἰδού, ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; 5 Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου,35 N,W [99.7%] RP,HF,OC,CP,TR ¦ ∼ 345612 ℵB,Cv [0.3%] NU καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.

Analyze your audience

6 »Μὴ δῶτε ¦ δοτε [5%] CP τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων· μήποτε καταπατήσωσιν35 ℵ [97%] RP,HF,OC,CP,TR ¦ καταπατησουσιν B,C,N,W [3%] NU αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

Be persistent, yet considerate

7 »Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. ¦ ημιν OC 8 Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. 9 Ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν35 N,W [97.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C [0.5%] NU ¦ αν [2%] αἰτήσῃ35 N,W [98.5%] RP,HF,OC,CP,TR ¦ αιτησει ℵB [1.5%] NU ¦ αιτησεις C ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; 10 Καὶ35 N,W [85%] RP,HF,OC,TR ¦ η 1 ℵB,C [15%] CP,NU ἐὰν35 N,W [97%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C [3%] NU ἰχθὺν αἰτήσῃ,35 [97%] RP,HF,OC,CP,TR ¦ αιτησει ℵB,C,N,W [3%] NU μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11 Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; 12 Πάντα οὖν ὅσα ἂν35 B [98%] RP,HF,OC,CP,TR ¦ εαν ℵC,N,W [2%] NU θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος ¦ ουτως [10%] CP γάρ ἐστιν ὁ Νόμος καὶ οἱ Προφῆται.

Eternal destiny

13 »Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς. 14 Τί35 C,N,W (99%) RP,HF,OC,CP,NU ¦ οτι ℵ,TR ¦ οτι δε B στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.

A tree is known by its fruit

15 »Προσέχετε δὲ35 C,W [99%] RP,HF,OC,CP,TR ¦ --- ℵB [1%] NU (N missing) ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες. 16 Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν35 W [99%] RP,HF,OC,CP,TR ¦ σταφυλας ℵB [1%] NU ¦ σταφυληνας C ἢ ἀπὸ τριβόλων σῦκα; 17 Οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. 18 Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. 19 Πᾶν οὖν35 Cc [25%] ¦ --- ℵB,Cv,W [75%] RP,HF,OC,CP,TR,NU δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 20 Ἄρα γε, ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.

We have to do the Father’s will

21 »Οὐ πᾶς ὁ λέγων μοι, ‹Κύριε, Κύριε,› εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν35 W [97%] RP,HF,OC,CP,TR ¦ 1 τοις ℵB,C [3%] NU οὐρανοῖς. 22 Πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ‹Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν,35 [98%] RP,HF,OC,CP,TR ¦ επροφητευσαμεν ℵB,C,W [2%] NU καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;› 23 Καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι ‹Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾿ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.›

All face adversity—foundation determines outcome

24 »Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιώσω αὐτὸν35 C,W [96%] RP,HF,OC,CP,TR ¦ ομοιωθησεται ℵB [4%] NU ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ35 [98%] RP,HF,OC,CP,TR ¦ ∼ 312 ℵB,C,W [2%] NU ἐπὶ τὴν πέτραν. 25 Καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσον35 [93%] RP,HF,OC,CP,TR ¦ προσεπεσαν B,C [6%] NU ¦ προσεπεσεν ℵ ¦ προσεκρουσαν W ¦ two other variants [1%] τῇ οἰκίᾳ ἐκείνῃ· καὶ οὐκ ἔπεσεν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 26 Καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ35 C [98%] RP,HF,OC,CP,TR ¦ ∼ 312 ℵB,W [2%] NU ἐπὶ τὴν ἄμμον. 27 Καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν· καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.»

Editorial comment

28 Καὶ ἐγένετο ὅτε συνετέλεσεν35 [94%] RP,HF,OC,CP,TR ¦ ετελεσεν ℵB,C,W [6%] NU ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ, 29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.35 C [95%] RP,HF,OC,CP,TR ¦ 1 αυτων ℵB,W [5%] NU

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-