Publicidade

Mateus 5

1 Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος καί, καθίσαντος αὐτοῦ, προσῆλθον ¦ προσηλθαν ℵB,NU αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.

The Beatitudes

2 Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων· 3 «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. 4 Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. 5 Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. 6 Μακάριοι οἱ πεινῶντες ¦ πινωντες CP καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. 7 Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. 8 Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. 9 Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. 10 Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

For disciples

11 »Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν, καὶ εἴπωσιν πᾶν πονηρὸν ῥῆμα35 C,W (99.8%) RP,HF,OC,CP,TR ¦ --- ℵB(D)NU καθ᾿ ὑμῶν, ψευδόμενοι,35 ℵB,C [99.9%] RP,HF,OC,CP,TR[NU] ¦ --- D ἕνεκεν ἐμοῦ. 12 Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. 13 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ35 D,W [99%] RP,HF,OC,CP,TR ¦ βληθεν 2 ℵB,C [1%] NU καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. 14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. 15 Οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. 16 Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Jesus interprets the Law

17 »Μὴ νομίσητε ¦ νομησητε [5%] CP ὅτι ἦλθον καταλῦσαι τὸν Νόμον ἢ τοὺς Προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. 18 Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ Νόμου ἕως ἂν πάντα γένηται. 19 Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ ¦ διδαξει CP οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 20 Λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν35 [70%] RP,HF,OC,CP,TR ¦ ∼ 312 ℵB,W [30%] NU ¦ one other variant (D omits verse 20; C is missing) πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

About respecting others

21 »Ἠκούσατε ὅτι ἐρρέθη ¦ ερρηθη B,D [15%] (Wherever the word occurs a number of MSS will have the variant, but never more than 15%.) τοῖς ἀρχαίοις, ‹Οὐ φονεύσεις, ὃς δ᾿ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.› 22 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ35 D,W (96.2%) RP,HF,OC,CP,TR ¦ --- 𝕻64ℵB (1.9%) NU ¦ a long omission [homoioteleuton] (1.9%) ἔνοχος ἔσται τῇ κρίσει. Ὃς δ᾿ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, ‹Ῥακά,› ἔνοχος ἔσται τῷ συνεδρίῳ. Ὃς δ᾿ ἂν εἴπῃ, ‹Μωρέ,› ἔνοχος ἔσται εἰς τὴν Γέενναν ¦ γεεναν [5%] CP τοῦ πυρός. 23 Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον καὶ ἐκεῖ35 D [80%] RP,HF,CP ¦ κακει ℵB,W [20%] OC,TR,NU μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, 24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε· πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. 25 Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ᾿ αὐτοῦ,35 [97%] RP,HF,OC,CP,TR ¦ ∼ 45123 ℵB,D,W [3%] NU μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτής σε παραδῷ35 (D)W [97%] RP,HF,OC,CP,TR ¦ --- 𝕻64vℵB [3%] NU τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ. 26 Ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ¦ ου W [3%] OC ¦ --- [2%] ἀποδῷς τὸν ἔσχατον κοδράντην.

About sexual sin

27 »Ἠκούσατε ὅτι ἐρρέθη,35 ℵB,D,W [90%] RP,HF,CP,NU ¦ 1 τοις αρχαιοις [10%] OC,TR ‹Οὐ μοιχεύσεις.› 28 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν35 B,D,W [90%] RP,HF,OC,CP,NU ¦ αυτης [10%] TR ¦ --- ℵ ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. 29 Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν. 30 Καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν.35 W [98%] RP,HF,OC,CP,TR ¦ ∼ 23 απελθη ℵB [2%] NU (D omits verse 30) 31 Ἐρρέθη35 ℵ [30%] ¦ 1 δε B,D,W [70%] RP,HF,OC,CP,TR,NU ὅτι35 W [97%] RP,HF,CP,TR ¦ --- ℵB,D [3%] OC,NU ‹ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.› 32 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ35 D [90%] RP,HF,OC,CP,TR ¦ πας ο απολυων ℵB,W [10%] NU τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι,35 [97%] RP,HF,OC,CP,TR ¦ μοιχευθηναι ℵB,D,W [3%] NU καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται.

About swearing

33 »Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, ‹Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου.› 34 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶν τοῦ Θεοῦ· 35 μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶν τοῦ μεγάλου Βασιλέως· 36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι.35 [98%] RP,HF,OC,CP,TR ¦ ∼ 123645 (ℵ)B(W) [1%] NU ¦ ∼ 612345 [0.5%] ¦ ∼ 126345 [0.5%] ¦ two other variants D 37 Ἔστω δὲ ὁ λόγος ὑμῶν ‹ναὶ ναί,› ‹οὒ οὔ›· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.

About retaliation

38 »Ἠκούσατε ὅτι ἐρρέθη, ‹Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος.› 39 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾿ ὅστις σε ῥαπίσει35 D [98%] RP,HF,OC,CP,TR ¦ ραπιζει ℵB,W [2%] NU ἐπὶ35 D [96%] RP,HF,OC,CP,TR ¦ εις ℵB,W [4%] NU τὴν δεξιὰν σιαγόνα,35 ℵW [65%] RP,OC ¦ 1 σου 2 [35%] HF,CP,TR ¦ 12 σου B[NU] ¦ 2 σου D στρέψον αὐτῷ καὶ τὴν ἄλλην. 40 Καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. 41 Καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ᾿ αὐτοῦ δύο. 42 Τῷ αἰτοῦντί σε δίδου,35 [98.5%] RP,HF,OC,CP,TR ¦ δος ℵB,D,W [1.5%] NU καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι35 [97.5%] RP,HF,OC,CP,TR ¦ δανισασθαι ℵB,D,W [1.5%] NU ¦ δανησασθαι [1%] ¦ one other variant μὴ ἀποστραφῇς.

How to treat enemies

43 »Ἠκούσατε ὅτι ἐρρέθη, ‹Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.› 44 Ἐγὼ δὲ λέγω ὑμῖν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,35 W (91.2%) RP,HF,OC,CP(TR) ¦ ten minor variations on this D (1.9%) ¦ 1234 (4.2%) ¦ 56789 (0.9%) ¦ ∼ 5-9,1-4 (0.6%) ¦ five further partial variants (0.3%) ¦ --- ℵB (0.8%) NU καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ35 W (94.3%) RP,HF,OC,CP,TR ¦ 12 (2.8%) ¦ 13 (D) (1.8%) ¦ --- ℵB (0.8%) NU ¦ longer omission (0.3%) διωκόντων ὑμᾶς, 45 ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς35 [80%] RP,HF,CP ¦ --- ℵB,D,W [20%] OC,TR,NU οὐρανοῖς· ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 46 Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; 47 Καὶ ἐὰν ἀσπάσησθε τοὺς φίλους35 W [96%] RP,HF,OC,CP ¦ αδελφους ℵB,D [3.5%] TR,NU ¦ two other variants [0.5%] ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ τελῶναι35 W (91.4%) RP,HF,OC,CP,TR ¦ εθνικοι ℵB,D (7.3%) NU ¦ long omissions (1.3%) οὕτως35 (80.2%) RP,HF,OC,CP,TR ¦ το αυτο ℵB,D,W (17%) NU ¦ τουτο (1.5%) ¦ long omissions (1.3%) ποιοῦσιν; 48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὥσπερ35 D,W [97%] RP,HF,OC,CP,TR ¦ ως ℵB [3%] NU ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς35 [85%] RP,HF,OC,CP,TR ¦ ουρανιος ℵB,W [15%] NU ¦ 13 D τέλειός ἐστιν.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-