The ‘wise men’
1 Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδού, μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμαιεροσολυμα rell ¦ ιερουσαλημ C,N,W [10%] 2 λέγοντες· «Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρααυτου τον αστερα rell ¦ ∼ 231 [1%] CP ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.» 3 Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺςηρωδης ο βασιλευς f35 C,N,W [98%] RP,HF,OC,CP,TR ¦ ∼ 231 ℵB,D [2%] NU ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ. 4 Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. 5 Οἱ δὲ εἶπονειπον rell ¦ ειπαν ℵB,NU αὐτῷ· «Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου· 6 ‹Καὶ σύ, Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα, ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.› »