5 Οἱ δὲ εἶπον ¦ ειπαν ℵB,NU αὐτῷ· «Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου· 6 ‹Καὶ σύ, Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα, ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.› »
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.