17 Εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ;» 18 Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· «Τί με πειράζετε, ὑποκριταί; 19 Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου.» Οἱ δὲ προσήνεγκανπροσηνεγκαν rell ¦ προνηνεγκαν CP αὐτῷ δηνάριον. 20 Καὶ λέγει αὐτοῖς, «Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;» 21 Λέγουσιν αὐτῷ, «Καίσαρος.» Τότε λέγει αὐτοῖς, «Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.»
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.