Jesus takes the ‘wages’ for our sin
45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.ενατης rell ¦ εννατης [10%] TR (twice) 46 Περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, «Ἠλί, Ἠλί, λιμὰλιμὰ f35 A [90%] RP,HF [λιμά CP, λιμᾶ OC] ¦ λειμα [8%] ¦ λεμα ℵB [0.5%] NU ¦ λαμα D [1.5%] TR ¦ μα W σαβαχθανί;» τοῦτ᾿ ἔστιν, «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;»
The shout of victory
50 Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. 51 Καὶ ἰδού, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω,εις δυο απο ανωθεν εως κατω f35 A(D)W [98%] RP,HF,OC,CP,TR ¦ 12456 ℵ [1%] ¦ ∼ απ 45612 B,C [1%] NU καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν. (Καὶ πολλὰ σώματα, τῶν κεκοιμημένων ἁγίων, ἠγέρθη·ηγερθη f35 A,C,W [96%] RP,HF,OC,CP,TR ¦ ηγερθησαν ℵB,D [4%] NU 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ, εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.) 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες, «Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος.»
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.