Pular para o conteúdo
Publicidade

Matthew 28:1-8

1 Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαρίαμαρια f35 A,B,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ μαριαμ ℵC [0.5%] NU ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. 2 Καὶ ἰδού, σεισμὸς ἐγένετο μέγας, ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ,ουρανου f35 A,D [98%] RP,HF,OC,CP,TR ¦ 1 και ℵB,C,W [2%] NU προσελθὼν ἀπεκύλισεν τὸν λίθον ἀπὸ τῆς θύρας,απο της θυρας f35 A,C,W [94%] RP,HF,OC,CP,TR ¦ 123 του μνημειου [5%] ¦ --- ℵB,D [0.5%] NU καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. 3 Ἦν δὲ ἡ ἰδέαιδεα f35 W [92%] RP,HF,OC,CP,TR ¦ ειδεα A(B)C,D [8%] NU ¦ --- (ℵ) αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶωσει f35 A,C,W [97%] RP,HF,OC,CP,TR ¦ ως ℵB,D [3%] NU χιών. 4 Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντοεγενοντο f35 A,W [99.5%] RP,HF,OC,CP,TR ¦ εγενηθησαν ℵB,C,D [0.5%] NU ὡσεὶωσει f35 C [98%] RP,HF,OC,CP,TR ¦ ως ℵA,B,D,W [2%] NU νεκροί.

The angel does his duty

5 Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· «Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε. 6 Οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ, καθὼς εἶπεν. Δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος.ο κυριος f35 A,C,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ --- ℵB [0.5%] NU 7 Καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ‹Ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἰδού, προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε.› Ἰδού, εἶπον ὑμῖν.» 8 Καὶ ἐξελθοῦσαιεξελθουσαι f35 A,D,W [98%] RP,HF,OC,CP,TR ¦ απελθουσαι ℵB,C [2%] NU ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης, ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.