1 Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. 2 Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντατεσσαρακοντα f35 W [99%] RP,HF,OC,CP,TR ¦ τεσσερακοντα ℵB(C) [1%] NU ¦ μ D καὶ νύκτας τεσσαράκοντα,τεσσαρακοντα f35 (D)W [99%] RP,HF,OC,CP,TR ¦ τεσσερακοντα (ℵ)B,C [1%] NU ὕστερον ἐπείνασεν. 3 Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν,αυτω ο πειραζων ειπεν f35 C [98%] RP,HF,OC,CP,TR ¦ ∼ 2341 ℵB,W [2%] NU ¦ 123 και 41 D «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» 4 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, «Γέγραπται· ‹Οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεταιζησεται f35 [90%] RP,HF,OC,CP,TR ¦ 1 ο ℵB,C,D,W [10%] NU ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.› » 5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν καὶ ἵστησινιστησιν f35 W [99%] RP,HF,OC,CP,TR ¦ εστησεν ℵB,C,D [1%] NU αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, 6 καὶ λέγει αὐτῷ, «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Γέγραπται γὰρ ὅτι ‹Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.› » 7 Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Πάλιν γέγραπται· ‹Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.› » 8 Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν. 9 Καὶ λέγειλεγει f35 W [98.5%] RP,HF,OC,CP,TR ¦ ειπεν ℵB,C,D [1.5%] NU αὐτῷ, «Ταῦτα πάντα σοιπαντα σοι f35 D [98.5%] RP,HF,OC,CP,TR ¦ ∼ 21 ℵB,C,W [1.5%] NU δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι.» 10 Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· «Ὕπαγε ὀπίσω μου,οπισω μου f35 D (88.1%) RP,HF,OC,CP ¦ --- ℵB,C,W (11.8%) TR,NU ¦ two other variants (0.1%) Σατανᾶ· γέγραπται γάρ· ‹Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.› » 11 Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος καὶ ἰδού, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.