The right attitude toward material supply
19 »Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν· 20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· 21 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶνυμων f35 W [99%] RP,HF,OC,CP,TR ¦ σου ℵB [1%] NU (D missing) (twice) ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.
About world-view
22 »Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ,ο οφθαλμος σου απλους η f35 [99%] RP,HF,OC,CP,TR ¦ ∼ 51234 ℵB,W [1%] NU ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται. 23 Ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον.
"You cannot serve God and money"
24 »Οὐδεὶς δύναται δυσὶν κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.μαμωνα rell ¦ μαμμωνα [5%] TR