25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε καὶ τί πίητε·και τι πιητε f35 N [97%] RP,HF,OC,CP,TR ¦ η 23 B,W [2%] [NU] ¦ --- ℵ [1%] μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσεσθε.ενδυσεσθε f35 [20%] ¦ ενδυσησθε ℵB,N,W [80%] RP,HF,OC,CP,TR,NU [The future indicative was unexpected.] Οὐχὶ ἡ ψυχὴ πλείωνπλειων f35 [20%] ¦ πλειον ℵB,N,W [80%] RP,HF,OC,CP,TR,NU [‘Life’ and ‘food’ are feminine, not neuter.] ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 26 Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; 27 Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 28 Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει·αυξανει f35 N,W [99%] RP,HF,OC,CP,TR ¦ αυξανουσιν B [1%] NU ¦ ου ξενουσιν ℵ οὐ κοπιᾷ οὐδὲ νήθει,ου κοπια ουδε νηθει f35 N,W [99%] RP,HF,OC,CP,TR ¦ 1 κοπιωσιν (κοπιουσιν B) 3 νηθουσιν (B) [1%] NU ¦ 3 νηθουσιν 3 κοπιωσιν ℵ 29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲουδε rell ¦ 1 ο CP Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 30 Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 31 Μὴ οὖν μεριμνήσητε λέγοντες, ‹Τί φάγωμεν;› ἢ ‹Τί πίωμεν;› ἢ ‹Τί περιβαλώμεθα;› 32 Πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ·επιζητει f35 N,W [97%] RP,HF,OC,CP,TR ¦ επιζητουσιν ℵB [3%] NU οἶδεν γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. 33 Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦτου θεου f35 N,W (99%) RP,HF,OC,CP,TR[NU] ¦ των ουρανων (0.4%) ¦ αυτου (0.3%) ¦ --- ℵ(B) (0.2%) καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. 34 Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει τὰτα f35 N [80%] RP,HF,OC,CP,TR ¦ --- ℵ(B)W [20%] NU ¦ long omission [0.5%] ¦ three other variants ἑαυτῆς. Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.