2 Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ¦ αντιμετρηθησεται N [10%] TR ὑμῖν. 3 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; 4 Ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ‹Ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ35 W [97%] RP,HF,OC,CP,TR ¦ εκ ℵB,N [3%] NU τοῦ ὀφθαλμοῦ σου,› καὶ ἰδού, ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου;
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.