Jesus controls any number of demons
28 Καὶ ἐλθόντι αὐτῷελθοντι αυτω f35 W [96%] RP,HF,OC,CP,TR ¦ ελθοντος αυτου B,C [4%] NU ¦ ελθοντων αυτων ℵ εἰς τὸ πέραν, εἰς τὴν χώραν τῶν Γεργεσηνῶν,γεργεσηνων f35 W [96%] RP,HF,OC,CP,TR ¦ γεργεσινων [2%] ¦ γαδαρηνων B,C [2%] NU ¦ γαζαρηνων ℵ ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι, ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 29 Καὶ ἰδού, ἔκραξαν λέγοντες· «Τί ἡμῖν καὶ σοί, Ἰησοῦ,ιησου f35 W [96%] RP,HF,OC,CP,TR ¦ --- ℵB,C [4%] NU Υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδεf35 generally has ὦδε, presumably to distinguish it from ὧ δε. πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» 30 Ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31 Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες, «Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖνεπιτρεψον ημιν απελθειν f35 C,W [98%] RP,HF,OC,CP,TR ¦ αποστειλον ημας ℵB [2%] NU εἰς τὴν ἀγέλην τῶν χοίρων.» 32 Καὶ εἶπεν αὐτοῖς, «Ὑπάγετε.» Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων.την αγελην των χοιρων f35 N,W [97%] RP,HF,OC,CP,TR ¦ τους χοιρους ℵB,C [3%] NU Καὶ ἰδού, ὥρμησεν πᾶσα ἡ ἀγέλη τῶν χοίρωντων χοιρων f35 [95%] RP,HF,OC,CP,TR ¦ --- ℵB(C)N,W [5%] NU κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα, καὶ τὰ τῶν δαιμονιζομένων. 34 Καὶ ἰδού, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησινσυναντησιν f35 C,N,W [98.5%] RP,HF,OC,CP,TR ¦ υπαντησιν ℵB [1.5%] NU τῷ Ἰησοῦ· καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.