Pular para o conteúdo
Publicidade

Matthew 9

Jesus raises the dead

18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδού, ἄρχων τις ἐλθὼντις ελθων f35 [30%] ¦ εις 2 [62%] RP,HF,CP,NU [C,D,N,W etc. have ΕΙΣΕΛΘΩΝ, which could be taken as one word, the verb] ¦ 2 [5%] TR ¦ προσελθων ¦ εις προσελθων B [2%] OC προσεκύνει αὐτῷ, λέγων ὅτι «θυγάτηρ μου ἄρτι ἐτελεύτησεν, ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾿ αὐτὴν καὶ ζήσεται.» 19 Καὶ ἐγερθεὶς Ἰησοῦς ἠκολούθησεν αὐτῷ, καὶ οἱ μαθηταὶ αὐτοῦ. 20 Καὶ ἰδού, γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ. 21 Ἔλεγεν γὰρ ἐν ἑαυτῇ, «Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι.» 22 δὲ Ἰησοῦς ἐπιστραφεὶςεπιστραφεις f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ στραφεις ℵB(D)N [3%] NU καὶ ἰδὼν αὐτὴν εἶπεν, «Θάρσει, θύγατερ· πίστις σου σέσωκέν σε.» Καὶ ἐσώθη γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. 23 Καὶ ἐλθὼν Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον, λέγει αὐτοῖς,λεγει αυτοις f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ 1 N ¦ ελεγεν ℵB,D [3%] NU ¦ two other variants 24 «Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει.» Καὶ κατεγέλων αὐτοῦ. 25 Ὅτε δὲ ἐξεβλήθη ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. 26 Καὶ ἐξῆλθεν φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.

Domínio Público. Esta tradução bíblica de domínio público é trazida a você por cortesia de eBible.org.

Veja também